ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.χαῖρʼ ὦ Καλονίκη.καὶ σύ γʼ ὦ Λυσιστράτη.τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθαεἶναι πανοῦργοι—καὶ γάρ ἐσμεν νὴ Δία.εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδεβουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,εὕδουσι κοὐχ ἥκουσιν.ἀλλʼ ὦ φιλτάτηἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίονκατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερααὐταῖς.τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;τί τὸ πρᾶγμα; πηλίκον τι;μέγα.μῶν καὶ παχύ;καὶ νὴ Δία παχύ.κᾆτα πῶς οὐχ ἥκομεν;οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένονπολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδοςἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—