νὴ τὸν Δία·ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;τί φῄς; τί σιγᾷς;οὔ σʼ ἐπαινῶ Μυρρίνηἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκατάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίωνγυναῖκας ἐλθεῖν.πολὺ σὺ κάλλιον λέγεις.ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.κἂν ταῦρον ἄγχοις.μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτίαἵκει ποθʼ ὑμέ.νὴ μὰ Δία Βοιωτία,καλόν γʼ ἔχουσα τὸ πεδίον.καὶ νὴ Δίακομψότατα τὴν βληχώ γε παρατετιλμένη.τίς δʼ ἡτέρα παῖς;χαΐα ναὶ τὼ σιώ,Κορινθία δʼ αὖ.χαΐα νὴ τὸν Δίαδήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλοντὸν τᾶν γυναικῶν;ἥδʼ ἐγώ.μύσιδδέ τοιὅ τι λῇς ποθʼ ἁμέ.νὴ Δίʼ ὦ φίλη γύναι,λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.