ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸςἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.τί δαὶ σύ;κἀγὼ βούλομαι διὰ τοῦ πυρός.ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃμόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,ξυμψήφισαί μοι.χαλεπὰ μὲν ναὶ τὼ σιὼγυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶγένοιτʼ ἂν εἰρήνη;πολύ γε νὴ τὼ θεώ.εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοιςγυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳγυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳἕλκωσιν ἡμᾶς;ἀντέχου σὺ τῶν θυρῶν.ἐὰν δὲ τύπτωσιν;παρέχειν χρὴ κακὰ κακῶς.οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεταιἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.