ἀλλʼ ἐπῆρται τοῦτό γε.βούλει μυρίσω σε;μὰ τὸν Ἀπόλλω μὴ μέ γε.νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα.πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.τάλαινʼ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.ἀγαθόν· ἔα αὔτʼ ὦ δαιμονία.ληρεῖς ἔχων.κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.λαβὲ τόνδε τὸν ἀλάβαστον.ἀλλʼ ἕτερον ἔχω.ἀλλʼ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρεμηδέν.ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.ὑπολύομαι γοῦν. ἀλλʼ ὅπως ὦ φίλτατεσπονδὰς ποιεῖσθαι ψηφιεῖ.βουλεύσομαι.ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴτά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.οἴμοι τί πάθω; τίνα βινήσωτῆς καλλίστης πασῶν ψευσθείς;πῶς ταυτηνὶ παιδοτροφήσω;ποῦ Κυναλώπηξ;μίσθωσόν μοι τὴν τίτθην.ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷτείρει ψυχὴν ἐξαπατηθείς.κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,ποία ψυχή, ποῖοι δʼ ὄρχεις,ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρροςκατατεινόμενοςκαὶ μὴ βινῶν τοὺς ὄρθρους;ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼἡ παμβδελυρὰ καὶ παμμυσαρά.μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.ποία γλυκερά; μιαρὰ μιαρά.