ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,σὺ δʼ οὐ κατακλίνει.ποῦ γὰρ ἄν τις καὶ τάλανδράσειε τοῦθʼ;ὅπου; τὸ τοῦ Πανὸς καλόν.καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.φέρε νυν ἐνέγκω κλινίδιον νῷν.μηδαμῶς.ἀρκεῖ χαμαὶ νῷν.μὰ τὸν Ἀπόλλω μή σʼ ἐγὼκαίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.ἰδοὺ κατάκεισʼ ἀνύσας τι, κἀγὼ ʼκδύομαι.καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.ποία ψίαθος; μὴ μοί γε.νὴ τὴν Ἄρτεμιν,αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.δός μοί νυν κύσαι.ἰδού.παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι.καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.νὴ Δίʼ ἀλλʼ ἐγώ.ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.ἀνίστασʼ, ἀναπήδησον.ἤδη πάντʼ ἔχω.ἅπαντα δῆτα.δεῦρό νυν ὦ χρύσιον.τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.νὴ Δίʼ ἀπολοίμην ἆρα.σισύραν οὐκ ἔχεις.μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.ἔπαιρε σαυτόν.