μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺςμεγάλῳ τυφῷ καὶ πρηστῆριξυστρέψας καὶ ξυγγογγύλαςοἴχοιο φέρων, εἶτα μεθείης,ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,κᾆτʼ ἐξαίφνηςπερὶ τὴν ψωλὴν περιβαίη.πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχίαἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;οὐ τὸν Δίʼ οὐκ ἐγών γα.ποῖ μεταστρέφει;τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷςὑπὸ τῆς ὁδοῦ;παλαιόρ γα ναὶ τὸν Κάστοραὥνθρωπος.ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.τί δʼ ἐστί σοι τοδί;σκυτάλα Λακωνικά.εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοιἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;ἀπὸ Πανός;οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμαγυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδοςἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.πῶς οὖν ἔχετε;μογίομες. ἂν γὰρ τὰν πόλινᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖνἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω