ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.ἄπειμι.μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;μαμμία, μαμμία, μαμμία.αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίονἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρἔστιν.κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖπολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραιςπείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖςαὐτή τε λυπεῖ;μὴ πρόσαγε τὴν χεῖρά μοι.τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματαχεῖρον διατίθης.ὀλίγον αὐτῶν μοι μέλει.ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένηςὑπὸ τῶν ἀλεκτρυόνων;ἔμοιγε νὴ Δία.τὰ δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοιχρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γεκαὶ τοῦ πολέμου παύσησθε.τοιγάρ, ἢν δοκῇ,ποιήσομεν καὶ ταῦτα.τοιγάρ, ἢν δοκῇ,κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.