καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχειχὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;ἐγώ.ἀνήρ;ἀνὴρ δῆτʼ.οὐκ ἄπει δῆτʼ ἐκποδών;σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;ἡμεροσκόπος.πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομτὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳτουτὶ γένοιτο, φησίν.ὢ πρὸς τῶν θεῶν.νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃλόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.ἴθι νυν κάλεσον αὐτήν.τί οὖν; δώσεις τί μοι;ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.φέρε νυν καλέσω καταβᾶσά σοι.ταχύ νυν πάνυ.ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲεἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοιςχάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεταιὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;κατάβηθι δεῦρο.μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.