τε τοῖς ἐχθροῖς ἅπασιν,ὥς δὲ καὶ Φορμίων.κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαιτῷ Μελανίωνι.Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισινἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,Ἐρινύων ἀπορρώξ.οὗτος οὖν ὁ Τίμωνᾤχεθʼ ὑπὸ μίσουςπολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσειτοὺς πονηροὺς ἄνδρας ἀεί,ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.τὴν γνάθον βούλει θένω;μηδαμῶς· †ἔδεισά γε.†ἀλλὰ κρούσω τῷ σκέλει;τὸν σάκανδρον ἐκφανεῖς.ἀλλʼ ὅμως ἂν οὐκ ἴδοιςκαίπερ οὔσης γραὸς ὄντʼ αὐτὸνκομήτην, ἀλλʼ ἀπεψιλωμένοντῷ λύχνῳ.ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲταχέως.τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφουμεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.ποῦ δʼ ἐστὶν ὅστις ἐστί;παρὰ τὸ τῆς Χλόης.ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;νὴ Δίαἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφεινκἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.καὶ μὴν ἐγὼξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,