ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴειποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτιἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί,καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον,ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰνμὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.σιγᾶτε δή.ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσειΖεὺς ὑψιβρεμέτης—ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσινἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξειὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ.ὦ πάντες θεοί,μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼαὐτὸς ἔτι παῖς ὤν.οὕτως ἦν νεανίσκος Μελανίων τις,ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν,κἀν τοῖς ὄρεσιν ᾤκει·κᾆτʼ ἐλαγοθήρειπλεξάμενος ἄρκυς,καὶ κύνα τινʼ εἶχεν,κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.οὕτω τὰς γυναῖκας ἐβδελύχθηʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττοντοῦ Μελανίωνος οἱ σώφρονες.βούλομαί σε γραῦ κύσαι—κρόμμυόν τἄρʼ οὐκ ἔδει.κἀνατείνας λακτίσαι.τὴν λόχμην πολλὴν φορεῖς.καὶ Μυρωνίδης γὰρ ἦντραχὺς ἐντεῦθεν μελάμπυγός