ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;ἢν τούτου δέῃ.τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.αὕθἠτέραἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.χώρει πάλιν δεῦρʼ.ἀλλὰ νὴ τὴν Φωσφόρονἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου,ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.τί ταῦτα ληρεῖς;αὐτίκα μάλα τέξομαι.ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.ἀλλὰ τήμερον.ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτηἀπόπεμψον ὡς τάχιστα.τίνα λόγον λέγεις;τί τοῦτʼ ἔχεις τὸ σκληρόν;ἄρρεν παιδίον.μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίονἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆνκυεῖν ἔφασκες;καὶ κυῶ γε νὴ Δία.τί δῆτα ταύτην εἶχες;ἵνα μʼ εἰ καταλάβοιὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆνἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα.οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαιταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.