ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼτοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν·οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂντοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴνποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.τί φῄς; τί φῄς;ἀληθῆ, ἀληθῆ.τί δʼ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.ἰὼ Ζεῦ.τί Ζῆνʼ ἀυτεῖς; ταῦτα δʼ οὖν οὕτως ἔχει.ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτιοἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴνκατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν†ἤδη πέτεσθαι διανοουμένην κάτωἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδεἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.αὕτη σὺ ποῖ θεῖς;οἴκαδʼ ἐλθεῖν βούλομαι.οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσιαὑπὸ τῶν σέων κατακοπτόμενα.ποίων σέων;οὐκ εἶ πάλιν;