ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼἰσχάδων ὁρμαθόν·ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶτὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶνεἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶπολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαιπᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτιναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία.ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει,ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλονἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσωτήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲκυάμους μέλανας.