βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.Βοιωτίους τε πάντας ἐξολωλέναι.μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαιτοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδεαἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίωνἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατοἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναικαὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδεςχἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.τίνα δὴ τρόπον ποθʼ;ὥστε τῶν νῦν μηδέναἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ—κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.μηδʼ ἀσπίδα λαβεῖν—Κιμμερικὸν ἐνδύσομαι.μηδὲ ξιφίδιον.κτήσομαι περιβαρίδας.ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,οὐδʼ ἐκ Σαλαμῖνος.ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτιἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼπρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέωνγυναῖκας, οὐχ ἥκουσιν.ἡ γοῦν Θεογένουςὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.αἱδί θʼ ἕτεραι χωροῦσί τινες. ἰοὺ ἰού,πόθεν εἰσίν;Ἀναγυρουντόθεν.