σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;†χωρίον ἐστί·† σορὸν ὠνήσει·μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.λαβὲ ταυτὶ καὶ στεφάνωσαι.καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν·ὁ Χάρων σε καλεῖ,σὺ δὲ κωλύεις ἀνάγεσθαι.εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ;νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυςἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος,ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι.ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνωνπραγμάτων μοι δοκεῖ,καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲςδεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένουςτὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳκαταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,ἔνθεν ἔζων ἐγώ.δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαικαὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεταιτῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεντῇ πόλει χρησίμων·εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.