ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοιἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσηνκαὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνοντὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκρανταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέαἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαιξυνταξάμενοι.νὴ τὼ θεὼ γνώσεσθʼ ἄραὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοιμαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰςἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴειχολὴν ἐνεῖναι;νὴ τὸν Ἀπόλλω καὶ μάλαπολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτιἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;