ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγουςκόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετοὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδωνἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδιασείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθαταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέραςἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέρανἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγεινεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸςτὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸνἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίαςἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα,ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπωςκωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις,οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλαςἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼξυνεκμοχλεύσω.μηδὲν ἐκμοχλεύετε·ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.