ἀλλʼ ὦ μέλʼ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇτὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;ουʼ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέοντόδε σοι τὸ πάθος μετʼ ἐμοῦὅ τι βουλόμεναί ποτε τὴνΚραναὰν κατέλαβον, ἐφʼ ὅ τι τεμεγαλόπετρον ἄβατον ἀκρόπολινἱερὸν τέμενος.ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.διὰ τἀργύριον πολεμοῦμεν γάρ;καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντωνὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.ἀλλὰ τί δράσεις;τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.ὑμεῖς ταμιεύσετε τἀργύριον;τί δὲ δεινὸν τοῦτο νομίζεις;οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;ἀλλʼ οὐ ταὐτόν.πῶς οὐ ταὐτόν;πολεμητέον ἔστʼ ἀπὸ τούτου.ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.πῶς γὰρ σωθησόμεθʼ ἄλλως;ἡμεῖς ὑμᾶς σώσομεν.ὑμεῖς;ἡμεῖς μέντοι.σχέτλιόν γε.ὡς σωθήσει, κἂν μὴ βούλῃ.δεινόν γε λέγεις.ἀγανακτεῖς.ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως.