ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰςἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦλοιπόν ἐστι χωρίοντὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω·χὤπως ποτʼ ἐξαμπρεύσομεντοῦτʼ ἄνευ κανθηλίου.ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·ἀλλʼ ὅμως βαδιστέον,καὶ τὸ πῦρ φυσητέον,μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.φῦ φῦ.ἰοὺ ἰοὺ τοῦ καπνοῦ.ὡς δεινὸν ὦναξ Ἡράκλειςπροσπεσόν μʼ ἐκ τῆς χύτραςὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·κἄστιν γε Λήμνιον τὸ πῦρτοῦτο πάσῃ μηχανῇ.οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.σπεῦδε πρόσθεν ἐς πόλινκαὶ βοήθει τῇ θεῷ.ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;φῦ φῦ.ἰοὺ ἰοὺ τοῦ καπνοῦ.τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντεςἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶντοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες