τίς ὡλολυγά;τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖσὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλειξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴειτοὺς ἄνδρας εὐθύς;ὀλίγον αὐτῶν μοι μέλει.οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλαςταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂνἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖςκορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαιγυναῖκας, ἃς ἐβόσκομενκατʼ οἶκον ἐμφανὲς κακόν,κατὰ μὲν ἅγιον ἔχειν βρέτας,κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖνμοχλοῖς δὲ καὶ κλῄθροισιτὰ προπύλαια πακτοῦν;ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρεςπάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,ἀπῆθεν ἀψάλακτος, ἀλλʼὅμως Λακωνικὸν πνέωνᾤχετο θὤπλα παραδοὺς ἐμοί,σμικρὸν ἔχων πάνυ τριβώνιον,πινῶν ῥυπῶν ἀπαράτιλτος,ἓξ ἐτῶν ἄλουτος.οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς