ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.πέτου πέτου Νικοδίκη,πρὶν ἐμπεπρῆσθαι Καλύκηντε καὶ Κρίτυλλαν περιφυσήτω†ὑπό τε νόμων † ἀργαλέωνὑπό τε γερόντων ὀλέθρων.ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαίαμόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγουχυτρείου,δούλαισιν ὠστιζομένηστιγματίαις θʼ, ἁρπαλέωςἀραμένη ταῖσιν ἐμαῖςδημότισιν καομέναιςφέρουσʼ ὕδωρ βοηθῶ.ἤκουσα γὰρ τυφογέρονταςἄνδρας ἔρρειν, στελέχηφέροντας ὥσπερ βαλανεύσονταςἐς πόλιν ὡς τριτάλαντον βάρος,δεινότατʼ ἀπειλοῦντας ἐπῶνὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν·ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι,ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶπολίτας,ἐφʼ οἷσπερ ὦ χρυσολόφαπολιοῦχε σὰς ἔσχον ἕδρας.καί σε καλῶ ξύμμαχον ὦΤριτογένειʼ, εἴ τις ἐκείναςὑποπίμπρησιν ἀνήρ,φέρειν ὕδωρ μεθʼ ἡμῶν.ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂνἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.