καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,—ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,—κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;νὴ Δία.φέρʼ ἐγὼ καθαγίσω τήνδε.τὸ μέρος γʼ ὦ φίλη,ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.