καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομεςπαντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετονπᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,καί μοι δότω τὰ τόμιά τις.Λυσιστράτητίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;ὅντινα;εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,μηλοσφαγούσας.μὴ σύ γʼ ὦ Λυσιστράτηεἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;εἰ λευκόν ποθενἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.ποῖ λευκὸν ἵππον;ἀλλὰ πῶς ὀμούμεθαἡμεῖς;ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίονὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.