ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τιςᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλινἐς ταὐτόν. οὐκ ἐρρήσετʼ ὦ μαστιγίαι;νὴ τὸν Δίʼ ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,ἵνʼ ἐγὼ διποδιάξω τε κἀείσω καλὸνἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.ὅρμαοντὼς κυρσανίως ὦ Μναμοΰνατάν τʼ ἐμὰν Μῶαν, ἅτιςοἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως,ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳπρὤκροον σιοείκελοιποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων,ἁμὲ δʼ αὖ Λεωνίδαςἆγεν ᾇπερ τὼς κάπρωςθάγοντας οἰῶ τὸν ὀδόντα·πολὺς δʼ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †,πολὺς δʼ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσωςτᾶς ψάμμας τοὶ Πέρσαι.ἀγροτέρα σηροκτόνεμόλε δεῦρο παρσένε σιὰποττὰς σπονδάς,ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.νῦν δʼ αὖ φιλία τʼ αἰὲς εὔπορος εἴηταῖς συνθήκαις,καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.ὢ δεῦρʼ ἴθι δεῦρʼ ὦκυναγὲ παρσένε.ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τεὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴστήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς συμφοραῖςὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα