μηδὲν οὕτως εὖ σεσημάν-θαι τὸ μὴ οὐχὶτοὺς ῥύπους ἀνασπάσαι,χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν.ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰμή τις ὑμῶνὀξύτερον ἐμοῦ βλέπει.εἰ δέ τῳ μὴ σῖτος ὑμῶνἔστι, βόσκει δʼ οἰκέτας καὶσμικρὰ πολλὰ παιδία,ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.ὅστις οὖν βούλεται τῶν πενήτων ἴτωεἰς ἐμοῦ σάκκους ἔχων καὶκωρύκους, ὡς λήψεται πυ-ρούς· ὁ Μανῆς δʼοὑμὸς αὐτοῖς ἐμβαλεῖ.πρός γε μέντοι τὴν θύρανπροαγορεύω μὴ βαδίζειντὴν ἐμήν, ἀλλʼεὐλαβεῖσθαι τὴν κύνα.ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδιὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθενκαθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονανήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν,