τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,ἐπὶ δὲ δίδυμον ἀγέχορονἸήιονεὔφρονʼ, ἐπὶ δὲ Νύσιον,ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,Δία τε πυρὶ φλεγόμενον, ἐπί τεπότνιαν ἄλοχον ὀλβίαν·εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσιχρησόμεθʼ οὐκ ἐπιλήσμοσινἩσυχίας πέρι τῆς ἀγανόφρονος,ἣν ἐποίησε θεὰ Κύπρις.ἀλαλαὶ ἰὴ παιήων·αἴρεσθʼ ἄνω ἰαί,ὡς ἐπὶ νίκῃ ἰαί.εὐοῖ εὐοῖ, εὐαί εὐαί.πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶαΜῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶνκλέωα τὸν Ἀμύκλαις σιὸνκαὶ χαλκίοικον Ἀσάναν,Τυνδαρίδας τʼ ἀγασώς,τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.εἶα μάλʼ ἔμβηὢ εἶα κοῦφα πάλλων,ὡς Σπάρταν ὑμνίωμες,τᾷ σιῶν χοροὶ μέλοντικαὶ ποδῶν κτύπος,ᾇ τε πῶλοι ταὶ κόραιπὰρ τὸν Εὐρωτανἀμπάλλοντι πυκνὰ ποδοῖνἀγκονίωαι,ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶνθυρσαδδωᾶν καὶ παιδδωᾶν.ἁγεῖται δʼ ἁ Λήδας παῖςἁγνὰ χοραγὸς εὐπρεπής.ἀλλʼ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδηᾇ τις ἔλαφος· κρότον δʼ ἁμᾷ ποίει χορωφελήταν.καὶ τὰν σιὰν δʼ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.