λῇ τοῦτʼ ἀποδόμεν.ποῖον ὦ τᾶν;τὰν Πύλον,ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.ἄφετʼ ὦγάθʼ αὐτοῖς.κᾆτα τίνα κινήσομεν;ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶπρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶκόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶτοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷνβινεῖν ἅπασιν;τοῖσι γῶν ναὶ τὼ σιὼἁμοῖσι.καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλειξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼνἄπεισʼ ἕκαστος.ἀλλʼ ἴωμεν ὡς τάχος.ἄγʼ ὅπᾳ τυ λῇς.νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.στρωμάτων δὲ ποικίλων καὶχλανιδίων καὶ ξυστίδων καὶχρυσίων, ὅσʼ ἐστί μοι,οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειντοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶνχρημάτων νῦν ἔνδοθεν, καὶ