ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι,αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγουςπολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαικοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβοςβωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖςὈλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσουςεἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;ἐχθρῶν παρόντων βαρβάρων στρατεύματιἝλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετοἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδιστρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότεὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοιςΚίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕποδῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖκατωνάκας φοροῦντας ἐλθόντες δορὶπολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκηςτὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶνμάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον