τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπωςτῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.ναὶ τὼ σιὼπαντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.ἐπὶ τί πάρεστε δεῦρο;περὶ διαλλαγᾶνπρέσβεις.καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαιδεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγισυνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τιςὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή;πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων,ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον,