τῶν πολιτῶν οὐδένʼ ὦνδρεςφλαῦρον εἰπεῖν οὐδὲ ἕν.ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγεινκαὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,εἴ τις ἀργυρίδιον δεῖταιλαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς,ὡς † πόλλʼ ἔσω ʼστὶν†κἄχομεν βαλλάντια.κἄν ποτʼ εἰρήνη φανῇ,ὅστις ἂν νυνὶ δανείσηταιπαρʼ ἡμῶν,ἃν λάβῃ μηκέτʼ ἀποδῷ.ἑστιᾶν δὲ μέλλομεν ξένουςτινὰς Καρυστίους, ἄν-δρας καλούς τε κἀγαθούς.κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι,καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴτοῦτο δρᾶν λελουμένους αὔ-τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν,μηδʼ ἐρέσθαι μηδένα,ἀλλὰ χωρεῖν ἄντικρυςὥσπερ οἴκαδʼ εἰς ἑαυτῶνγεννικῶς, ὡςἡ θύρα κεκλῄσεται.καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήναςχωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰδεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλειπαντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθοναςὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρωνθαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεταιἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.