ἄνθρωπος.οὐ σοῦ καταγελῶμεν.ἀλλὰ τοῦ;τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεταιἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;ὄρνις ἔγωγε.κᾆτά σοι ποῦ τὰ πτερά;ἐξερρύηκε.πότερον ὑπὸ νόσου τινός;οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεαπτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;νώ; βροτώ.ποδαπὼ τὸ γένος;ὅθεν αἱ τριήρεις αἱ καλαί.μῶν ἡλιαστά;μἀλλὰ θατέρου τρόπου,ἀπηλιαστά.σπείρεται γὰρ τοῦτʼ ἐκεῖτὸ σπέρμʼ;ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;σοὶ ξυγγενέσθαι βουλομένω.τίνος πέρι;ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσινκαὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερονὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.ἐγώ;ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.