ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιονὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορονἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.οἴμοι.σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέατὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων·κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶκολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶνἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τιςὁδός.οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.τί δὴ λέγει περὶ τῆς ὁδοῦ;τί δʼ ἄλλο γʼ ἢβρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένουςἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένουςἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν;ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸςἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιντὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα