ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλωνλέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίουὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδίαλουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.τί δαὶ σύ;τοιούτων ἐρῶ κἀγώ.τίνων;ὅπου ξυναντῶν μοι ταδί τις μέμψεταιὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδηεὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένονοὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλιςπαρὰ τὴν ἐρυθρὰν θάλατταν.οἴμοι μηδαμῶςἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεταικλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετονἐλθόνθʼ;ὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼνβδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,ἵνα χρὴ κατοικεῖν.ἀλλʼ ἔγωγʼ Ὀπούντιοςοὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος;σὺ γὰρ οἶσθʼ ἀκριβῶς.οὐκ ἄχαρις ἐς τὴν τριβήν·οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμακαὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.