ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;ὄρνις ἔγωγε δοῦλος.ἡττήθης τινὸςἀλεκτρυόνος;οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότηςἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατοὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·τρέχω ʼπὶ τορύνην.τροχίλος ὄρνις οὑτοσί.οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότηνἡμῖν κάλεσον.ἀλλʼ ἀρτίως νὴ τὸν Δίαεὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.ὅμως ἐπέγειρον αὐτόν.οἶδα μὲν σαφῶςὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεταιὑπὸ τοῦ δέους.ὦ δειλότατον σὺ θηρίον,δείσας ἀφῆκας τὸν κολοιόν;εἰπέ μοι,σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;μὰ Δίʼ οὐκ ἔγωγε.ποῦ γάρ ἐστʼ;ἀπέπτετο.οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;τίνες εἰσί μʼ οἱ ζητοῦντες;οἱ δώδεκα θεοὶεἴξασιν ἐπιτρῖψαί σε.μῶν με σκώπτετονὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι