λαβὲ τὸ βιβλίον.καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.καὶ σπλάγχνα διδόνʼ ἔνεστι;λαβὲ τὸ βιβλίον.κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;λαβὲ τὸ βιβλίον.οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼνλυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —οὐδὲν λέγειν οἶμαί σε.λαβὲ τὸ βιβλίον.καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;λαβὲ τὸ βιβλίον.οὐκ εἶ θύραζʼ; ἐς κόρακας.οἴμοι δείλαιος.οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;ἥκω παρʼ ὑμᾶς —ἕτερον αὖ τουτὶ κακόν.τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;γεωμετρῆσαι βούλομαι τὸν ἀέραὑμῖν διελεῖν τε κατὰ γύας.πρὸς τῶν θεῶνσὺ δʼ εἶ τίς ἀνδρῶν;ὅστις εἴμʼ ἐγώ; Μέτων,ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.εἰπέ μοι,ταυτὶ δέ σοι τί ἔστι;κανόνες ἀέρος.αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλοςκατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼτὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλονἐνθεὶς διαβήτην — μανθάνεις;