οὐ μανθάνω.ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵναὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέροςαὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇἀκτῖνες ἀπολάμπωσιν.ἅνθρωπος Θαλῆς.Μέτων —τί ἔστιν;οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ,κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.τί δʼ ἐστὶ δεινόν;ὥσπερ ἐν Λακεδαίμονιξενηλατοῦνται καὶ κεκίνηνταί τινες·πληγαὶ συχναὶ κατʼ ἄστυ.μῶν στασιάζετε;μὰ τὸν Δίʼ οὐ δῆτʼ.ἀλλὰ πῶς;ὁμοθυμαδὸνσποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.ὑπάγοιμί τἄρʼ ἄν.νὴ Δίʼ ὡς οὐκ οἶδʼ ἂν εἰφθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.οἴμοι κακοδαίμων.οὐκ ἔλεγον ἐγὼ πάλαι;οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;ποῦ πρόξενοι;τίς ὁ Σαρδανάπαλλος οὑτοσί;ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼνἐς τὰς Νεφελοκοκκυγίας.ἐπίσκοπος;ἔπεμψε δὲ τίς σε δεῦρο;φαῦλον βιβλίονΤελέου.τί; βούλει δῆτα τὸν μισθὸν λαβὼνμὴ πράγματʼ ἔχειν ἀλλʼ ἀπιέναι;νὴ τοὺς θεούς.ἐκκλησιάσαι δʼ οὖν ἐδεόμην οἴκοι μένων.ἔστιν γὰρ ἃ διʼ ἐμοῦ πέπρακται Φαρνάκῃ.