τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.νομάδεσσι γὰρ ἐν Σκύθαιςἀλᾶται Στράτων,ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.ξύνες ὅ τοι λέγω.ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.ἄπελθε τουτονὶ λαβών.ἀπέρχομαι,κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶτὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.εὐφημία ʼστω.μὴ κατάρξῃ τοῦ τράγου.σὺ δʼ εἶ τίς;ὅστις; χρησμολόγος.οἴμωζέ νυν.ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγωνἐς τὰς Νεφελοκοκκυγίας.κὔπειτα πῶςταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιντήνδʼ οἰκίσαι;τὸ θεῖον ἐνεπόδιζέ με.ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναιἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —ἔνεστι καὶ τὰ πέδιλα;