εἶτʼ αὖθις αὖ τἄρα σοιδεῖ με δεύτερον μέλοςχέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲμάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον.τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴνγένειόν ἐστι καὶ κέρατα.θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.Νεφελοκοκκυγίαν τὰν εὐδαίμονακλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰνΜουσάων θεράπων ὀτρηρός,κατὰ τὸν Ὅμηρον.ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοιΜουσάων θεράποντες ὀτρηροί,κατὰ τὸν Ὅμηρον.οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης;μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίαςτὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰκαὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου;πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;ἀλλά τις ὠκεῖα Μουσάων φάτιςοἷάπερ ἵππων ἀμαρυγά.σὺ δὲ πάτερ κτίστορ Αἴτνας,ζαθέων ἱερῶν ὁμώνυμε,δὸς ἐμὶν ὅ τι περτεᾷ κεφαλᾷ θέλῃςπρόφρων δόμεν ἐμὶν τείν.τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.τόδε μὲν οὐκ ἀέκουσα φίλαΜοῦσα δῶρον δέχεται·