κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,κἀκεῖθεν αὖθις παρʼ ἐμέ.σὺ δέ γʼ αὐτοῦ μένωνοἴμωζε παρʼ ἔμʼ.ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.ὁμορροθῶ, συνθέλω,συμπαραινέσας ἔχωπροσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼνοὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶπελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνικαὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃκαὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖςἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτιἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.