πρῶτον ὄνομα τῇ πόλειθέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖςθῦσαι μετὰ τοῦτο.ταῦτα κἀμοὶ συνδοκεῖ.φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;βούλεσθε τὸ μέγα τοῦτο τοὐκ ΛακεδαίμονοςΣπάρτην ὄνομα καλῶμεν αὐτήν;Ἡράκλεις·Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;ἐντευθενὶἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίωνχαῦνόν τι πάνυ.βούλει Νεφελοκοκκυγίαν;ἰοὺ ἰού·καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματατά τʼ Αἰσχίνου γʼ ἅπαντα;καὶ λῷστον μὲν οὖντὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖςἀλαζονευόμενοι καθυπερηκόντισαν.λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸςπολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις,ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίανἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦἌρεως νεοττός.ὦ νεοττὲ δέσποτα·ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρακαὶ τοῖσι τειχίζουσι παραδιακόνει,χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος,φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,