τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,συμμιγῆ βοὴν ὁμοῦπτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,τιὸ τιὸ τιὸ τιοτίγξ,ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν,τιὸ τιὸ τιὸ τιοτίγξ,διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,τοτοτοτοτοτοτοτοτοτίγξ·πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος·εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος ΧάριτεςΜοῦσαί τʼ ἐπωλόλυξαν.τιὸ τιὸ τιὸ τιοτίγξ.οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά.αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο,κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο,εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸςμεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πωγελοιότερον οὐκ εἶδον οὐδεπώποτε.ἐπὶ τῷ γελᾷς;ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.ἄγε δὴ τί χρὴ δρᾶν;