ἀλλὰ παρόντες δώσομεν ὑμῖναὐτοῖς, παισίν, παίδων παισίν,πλουθυγιείανεὐδαιμονίαν βίον εἰρήνηννεότητα γέλωτα χοροὺς θαλίαςγάλα τʼ ὀρνίθων. ὥστε παρέσταικοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν·οὕτω πλουτήσετε πάντες.Μοῦσα λοχμαία,τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,ποικίλη, μεθʼ ἧς ἐγὼνάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,τιὸ τιὸ τιὸ τιοτίγξ,ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,τιὸ τιὸ τιὸ τιοτίγξ,διʼ ἐμῆς γένυος ξουθῆς μελέωνΠανὶ νόμους ἱεροὺς ἀναφαίνωσεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ,τοτοτοτοτοτοτοτοτοτίγξ,ἔνθεν ὡστερεὶ μέλιτταΦρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶφέρων γλυκεῖαν ᾠδάν.τιὸ τιὸ τιὸ τιοτίγξ.εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεταιδιαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶπροσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες.εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλαςβούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.τοιάδε κύκνοι,