καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύοἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίναςπλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν.ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέατὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω,εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.οὗτος.τί ἔστιν;ἡ κορώνη μοι πάλαιἄνω τι φράζει.χὠ κολοιὸς οὑτοσὶἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.σὺ δʼ οὖν λίθῳ κόψον λαβών.πάνυ γʼ, εἰ δοκεῖ.παῖ παῖ.τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.ἐποποῖ.τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.ἀπολεῖσθον.ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.τί δαί;Ὑποδεδιὼς ἔγωγε Λιβυκὸν ὄρνεον.οὐδὲν λέγεις.καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.