καὶ πόθεν ἔμολον† ἐπὶ τίνα τʼ ἐπίνοιαν. †ἰὼ ἔποψ σέ τοι καλῶ.καλεῖς δὲ τοῦ κλύειν θέλων;τίνες ποθʼ οἵδε καὶ πόθεν;ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.τύχη δὲ ποία κομίζειποτʼ αὐτὼ πρὸς ὄρνιθαςἐλθεῖν;ἔρωςβίου διαίτης τε καὶσοῦ ξυνοικεῖν τέ σοικαὶ ξυνεῖναι τὸ πᾶν.τί φῄς;λέγουσι δὴ τίνας λόγους;ἄπιστα καὶ πέρα κλύειν.ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιονμονῆς, ὅτῳ πέποιθʼἐμοὶ ξυνὼνκρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢφίλοισιν ὠφελεῖν ἔχειν;λέγει μέγαν τινʼ ὄλβον οὔτελεκτὸν οὔτε πιστόν· ὡςσὰ γὰρ τὰ πάντα ταῦτα καὶτὸ τῇδε καὶ τὸ κεῖσε καὶτὸ δεῦρο προσβιβᾷ λέγων.πότερα μαινόμενος;ἄφατον ὡς φρόνιμος.ἔνι σοφόν τι φρενί;πυκνότατον κίναδος,σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.λέγειν λέγειν κέλευέ μοι.κλύων γὰρ ὧν σύ μοι λέγειςλόγων ἀνεπτέρωμαι.ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλινταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼφράσον, δίδαξον.μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,