ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲμήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —οὔτι πουτόν —; οὐδαμῶς.οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.διατίθεμαι ʼγώ.κατόμοσόν νυν ταῦτά μοι.ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖςκαὶ τοῖς θεαταῖς πᾶσιν.ἔσται ταυταγί.εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπονπέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.τάχα γὰρ τύχοις ἂνχρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢδύναμίν τινα μείζωπαραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.ὃ γὰρ ἂν σὺ τύχῃς μοιἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαικατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.δειπνήσειν μέλλομεν; ἢ τί;μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,οἵτινες ὄντες πρότερον βασιλῆς —ἡμεῖς βασιλῆς; τίνος;ὑμεῖςπάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,καὶ γῆς.καὶ γῆς;