ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίωνἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαιτῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτεἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλουοὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλωνἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος.καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραντώ τε τρυβλίω καθίει·καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,περιπατεῖν ἔχοντας ἡμᾶςτῶν ὅπλων ἐντός, παρʼ αὐτὴντὴν χύτραν ἄκραν ὁρῶνταςἐγγύς· ὡς οὐ φευκτέον νῷν.ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,κατορυχθησόμεσθα ποῦ γῆς;ὁ Κεραμεικὸς δέξεται νώ.δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,φήσομεν πρὸς τοὺς στρατηγοὺςμαχομένω τοῖς πολεμίοισινἀποθανεῖν ἐν Ὀρνεαῖς.ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν,καὶ τὸν θυμὸν κατάθου κύψαςπαρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·κἀναπυθώμεθα τούσδε τίνες ποτὲ