γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶπολέμιον ἐτράφη.ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκηνδιαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.ὡς ἀπωλόμεσθʼ ἄρα.αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;ἵνʼ ἀκολουθοίης ἐμοί.ἵνα μὲν οὖν κλάοιμι μεγάλα.τοῦτο μὲν ληρεῖς ἔχωνκάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;ἰὼ ἰώ,ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιονὁρμὰν φονίαν, πτέρυγά τε παντᾷἐπίβαλε περί τε κύκλωσαι·ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφωκαὶ δοῦναι ῥύγχει φορβάν.οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριονοὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεταιτώδʼ ἀποφυγόντε με.ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;οὗτος οὐ μενεῖς;ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;πῶς γὰρ ἂν τούτους δοκεῖςἐκφυγεῖν;οὐκ οἶδʼ ὅπως ἄν.ἀλλʼ ἐγώ τοί σοι λέγω,ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.τί δὲ χύτρα νώ γʼ ὠφελήσει;γλαῦξ μὲν οὐ πρόσεισι νῷν.τοῖς δὲ γαμψώνυξι τοισδί;τὸν ὀβελίσκον ἁρπάσαςεἶτα κατάπηξον πρὸ σαυτοῦ.τοῖσι δʼ ὀφθαλμοῖσι τί;ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.