τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;ὅστις ἐστί; κειρύλος.κειρύλος γάρ ἐστιν ὄρνις;οὐ γάρ ἐστι Σποργίλος;χαὐτηί γε γλαῦξ.τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰνέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυριςπορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοικαὶ βλέπουσιν ἐς σὲ κἀμέ.τοῦτο μὲν κἀμοὶ δοκεῖ.ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃςἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲπρὸς ἐμὲ φίλον ἔχων;κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.ποῦ; πᾷ; πῶς φῄς;φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,πῶς λέγεις;μήπω φοβηθῇς τὸν λόγον.τί μʼ ἠργάσω;ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.καὶ δέδρακας τοῦτο τοὔργον;καὶ δεδρακώς γʼ ἥδομαι.κἀστὸν ἤδη που παρʼ ἡμῖν;εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.ἔα ἔα,προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖνἐνέμετο πεδία παρʼ ἡμῖν,παρέβη μὲν θεσμοὺς ἀρχαίους,παρέβη δʼ ὅρκους ὀρνίθων·ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ