τοροτὶξ τοροτίξ.ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,ἀλλὰ λιμναῖος.βαβαὶ καλός γε καὶ φοινικιοῦς.εἰκότως γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.οὗτος ὦ σέ τοι.τί βωστρεῖς;ἕτερος ὄρνις οὑτοσί.νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;ὄνομα τούτῳ Μῆδός ἐστο.Μῆδος; ὦναξ Ἡράκλεις·εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,ἀλλὰ χοὖτος ἕτερος;οὑτοσὶ μέν ἐστι Φιλοκλέουςἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοιςἹππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.τίς ὀνομάξεταί ποθʼ οὗτος;οὑτοσὶ κατωφαγᾶς.ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;ὥσπερ οἱ Κᾶρες μὲν οὖνἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸνὀρνέων;ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.