τί δαί;οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.ἐποποῖ ποποποποποποποῖ,ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύαςνέμεσθε, φῦλα μυρία κριθοτράγωνσπερμολόγων τε γένηταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν·ὅσα τʼ ἐν ἄλοκι θαμὰβῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸνἡδομένᾳ φωνᾷ·τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦκλάδεσι νομὸν ἔχει,τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·τριοτὸ τριοτὸ τοτοβρίξ·οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμουςἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπουςἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνιςπτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς.ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσηςφῦλα μετʼ ἀλκυόνεσσι ποτῆται,δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα,πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομενοἰωνῶν ταναοδείρων.ἥκει γὰρ τις δριμὺς πρέσβυςκαινὸς γνώμηνκαινῶν τʼ ἔργων ἐγχειρητής.ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα,δεῦρο δεῦρο δεῦρο δεῦρο.τοροτοροτοροτοροτίξ.κικκαβαῦ κικκαβαῦ.τοροτοροτοροτορολιλιλίξ.ὁρᾷς τινʼ ὄρνιν;μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων.ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμηνἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.